TLG 4287 001 :: ETYMOLOGIA ALPHABETI :: Etymologia alphabeti

ETYMOLOGIA ALPHABETI Lexicogr.
(Incertum)

Etymologia alphabeti

Source: Sturz, F.W. (ed.), Etymologicum Graecae linguae Gudianum et alia grammaticorum scripta e codicibus manuscriptis nunc primum edita. Leipzig: Weigel, 1818 (repr. Hildesheim: Olms, 1973): 595–600.

Citation: Page — (line)

595

(11t)

ΕΤΥΜΟΛΟΓΙΑ ΤΟΥ ΑΛΦΑΒΗΤΟΥ
12tΑ.
13tἌλφα πόθεν ἐτυμολογεῖται;
14Παρὰ τὸ ἄλφω τὸ εὑρίσκω· ἢ παρὰ τὸ Ἄλεφ ὃ
15δηλοῖ τὸ μάθε· ἢ παρὰ τὸ ἀλοφῶ τὸ μανθάνω· ἢ παρὰ τὸ ἄλ φᾶ Γεργεσινῶν, ὃ σημαίνει, ἆρον φᾶ· κατ’ ἀρχᾶς προτρεπόμενον τὸν παῖδα ἆραι καὶ τραφῆναι γνῶσιν τὴν τῶν γραμμάτων. καὶ διάτι προ‐ τάσσει τὸ ἄλφα τῶν ἄλλων πάντων γραμμάτων; διότι
20ἡ γνῶσις τῶν γραμμάτων βρῶσις καὶ τροφὴ λέγεται· τὸ δὲ ἄλφα κατὰ Γεργεσαίους ἆρον καὶ τραφῆναι λέγεται.
διὸ καὶ προτέτακται τῶν ἄλλων πάντων γραμμάτων· ση‐595

596

(11)

μαίνει γὰρ τὸ Αλ τὸ ἆρον, γεύσου δὲ τὸ φάγε· καὶ πάλιν· διάτι προτάσσει τὸ Ἄλφα τῶν ἑτέρων εἴκοσι τριῶν γραμμάτων; διότι ἀφ’ ἑαυτοῦ ἄρχεται, καὶ εἰς αὐτὸ κατα‐ λήγει· εἰ γὰρ ὁλογράφος· αὐτὸ τιθῇς, αὐτὸ μὲν ἄρ‐
15χειν εὑρήσεις ὁμοίως καὶ λήγειν· (sic) ἐνκαρδίως δὲ κέκτη‐ ται τὸ φ.
17tΒ.
18tΒῆτα πόθεν ἐτυμολογεῖται;
19Παρὰ τὸ βῶ τὸ βαίνω, ἐν τοῖς μαθήμασιν. καὶ
20ἄλλως. Βάττα τὸ ἴχνος, καὶ τροπῇ τοῦ ᾶ εἰς ἡ βῆτα·
διὰ ταύτην γὰρ τὰ ἴχνη ἡμῶν προβαίνουσιν ἐν τοῖς γράμ‐596

597

μασιν· καὶ ἄλλως· Βάσσα κατὰ Δωρυείους τὸ βυσσίον, ὃ λέγεται βυκιόν (sic), καὶ τροπῇ τοῦ ς εἰς τ, βάτα· καὶ αὖ‐ θις ἡμεῖς τατῶν (sic) Δωρυέων ἄλφα εἰς κάππα τρέπο‐ μεν, καὶ γίνεται βῆτα· βρύσιν (sic) ἔτες τὸ ἄλφα· τὸ
5βῆτα δὲ, καθὰ βυκκίον· καὶ τοῦτο, πρὸς τὴν βρύσιν εἰσερ‐ χόμενον, ἀντλεῖ ἡμῖν ὕδωρ τῆς γνώσεως. Τί ἐστι βῆτα; βάσις μαθήσεως τῶν γραμμάτων· τί ἐστιν βάσις; βάσις λέγεται καὶ ἡ ἀναβάθρα· ἤτουν ἡ ἀναβάταξις. βάσις δὲ λέγεται καὶ ἡ ἔμβασις τινὸς πρός τινα τέχνην, ἣν ἡ
10βῆτα σημαίνει· διὰ ταύτην γὰρ ἐμβαίνομεν πρὸς τὴν μά‐ θησιν, παρελθόντες τὸ ᾶ.
12tΓ.
13tΤί ἐστι γάμα (sic);
14Γάνωσις τῶν γραμμάτων ἡδύτητος, ἤγουν γλυκύτητος·
15πόθεν Γάμα; παρὰ τὸ γαἲμ (sic), ὃ δηλοῖ τὴν γεῦσιν τῶν γραμμάτων γλυκύτητος.
17tΔ.
18tΔέλτα τόθεν ἐτυμολογεῖται;
19Παρὰ τὸ δὰλθ. Δὰλθ γὰρ λέγεται ὁ τέταρτος
20οὐρανὸς, διὸ καὶ τὸ τέταρτον στοιχεῖον δέλτα προσαγο‐ ρεύεται.
22tΕ.
23tΕ πόθεν ἐτυμολογεῖται;
24Παρὰ τὸ ε͂ τὸ ἔειν καὶ φωτίζειν τὰς πέντε αἰσθή‐
25σεις ἡμῶν, ἐξ οὗ καὶ ἕως τὸ φῶς.
26tΖ.
27tΖῆτα πόθεν ἐτυμολογεῖται;
28 Παρὰ τὸ ζεὶθ. ζεὶθ γὰρ λέγεται ὁ ἕβδομος οὐρα‐ νός. διὸ καὶ τὰ γεννώμενα βρέφη τῷ ἑβδόμῳ μηνὶ ζῶσι
30μὴ βλαβούμενα.
31tΗ.
32tἮτα πόθεν ἐτυμολογεῖται;
33 Παρὰ τὸ ἣθ, ὃ δηλοῖ τὸ σχῆμα, ἐξ οὗ καὶ ἦθος καὶ εὐκοσμία.
35tΘ.
36tΘῆτα πόθεν ἐτυμολογεῖται;
37Παρὰ τὸ Θώθ· Θὼθ δὲ λέγεται τὸ πέταλον τῶν
παλαιῶν ἱερέων.597

598

(1t)

Ι.
2tἸῶτα πόθεν ἐτυμολογεῖται;
3 Παρὰ τὸ Ἰὼδ δὲ ἠλεῖ ὄτης τοῦ νοός· διὸ καὶ ἐν τῷ τελείῳ ἀριθμῷ τοῦ ψήφου τῶν γραμμάτων ἰῶτα
5προετέθη.
6tΚ.
7tΚάππα πόθεν ἐτυμολογεῖται;
8 Παρὰ τὸ Καῦ· Καῦ δὲ ὁ αἰθὴρ λέγεται, ἤγουν τὸ οὐράνιον πῦρ· διὸ καὶ καῦμα ἡ θερινὴ θερμασία.
10tΛ.
11tΛάμβδα πόθεν ἐτυμολογεῖται;
12 Παρὰ τὸ λάβ· λὰβ δὲ τὸ διὰ μέσου τοῦ οὐρανοῦ καὶ τῆς γῆς χάσμα λέγεται.
14tΜ.
15tΜῖ (sic) πόθεν ἐτυμολογεῖται;
16Παρὰ τὸ Μᾶν ὃ σημαίνει τὴν οὐράνιον τροφήν.
17tΝ.
18tΝ πόθεν ἐτυμολογεῖται;
19Παρὰ τὸ Νᾶν, ὃ δηλοῖ τὸν ἄρτον· καὶ γὰρ πέραι
20νᾶν τὸν ἄρτον λέγουσιν· διὸ καὶ ἱνιν ἐν τῷ ἀρότρῳ σιδήριον, ὡς ἱνεῦον, ἤτοι ἀρτόδουλον.
22tΞ.
23tΞ πόθεν ἐτυμολογεῖται;
24Παρὰ τοῦ ξιφιαίου ἀστέρος· κατὰ μίμησιν γὰρ ἐκεί‐
25νου γράφεται.
26tΟ.
27tΟ πόθεν ἐτυμολογεῖται;
28 Παρὰ τὸ ὄειν κυκλοειδῶς. Ὀειδὸν γὰρ τὸν οὐρανὸν λέγομεν εἶναι, ἤτοι κυκλοειδῆ· διὸ καὶ τὸ ο οὕ‐
30τως ἐκλήθη, ὡς κυκλοειδὲς καὶ αὐτὸ τυγχάνον.
31tΠ.
32tΠ πόθεν ἐτυμολογεῖται;
33Παρὰ τὸ πιάδας ἔχειν, ἤτοι ποιητικα κέντρα.
Πιάδες γὰρ αἱ αὐτοῦ γραμμαὶ λέγονται.598

599

(1t)

Ρ.
2tΡῶ πόθεν ἐτυμολογεῖται;
3Παρὰ τὸ ῥέειν τὴν αὐτοῦ γραμμὴν κάτω.
4tΣ.
5tΣίγμα πόθεν ἐτυμολογεῖται;
6 Παρὰ τὸ κεῖσθαι αὐτῷ ὡς περση μαίαν πλαγίας· ἤτοι ὡς φλάμουλον κείμενον.
8tΤ.
9tΤαῦ πόθεν ἐτυμολογεῖται;
10Παρὰ τὸ τὼβ, ὃ δηλοῖ τὸ ἀγαθὸν.
11tΥ.
12tΥ πόθεν ἐτυμολογεῖται;
13Παρὰ τὸ ὑακὸς κεῖσθαι αὐτὸ, ἤγουν νεφελιακῶς,
ὥσπερ ὕδατος πλῆρες.599

600

(1t)

Φ.
2tΦ πόθεν ἐτυμολογεῖται;
3tΠαρὰ τὸ φαεινῶς γράφεσθαι αὐτὸ, ὥσπερ φωτὶ
4ὠπτόμενον παρά τινος.
5tΧ.
6tΧ πόθεν ἐτυμολογεῖται;
7Παρὰ τὸ χέεσθαι αὐτὸ ἔνθεν κᾳκεῖθεν.
8tΨ.
9tΨ πόθεν ἐτυμολογεῖται;
10 Παρὰ τὸ ψιακῶς γράφεσθαι αὐτὸ καὶ μιμεῖσθαι τὰς τοῦ αὐτοῦ ψιάς.
12tΩ. (sic)
13 Ω δὲ ῶ τὸ μέγα, διπλασιασμὸς τοῦ ο τοῦ ο μικροῦ, διὸ καὶ μέγα ἐκλήθη. Ἐδιπλασιάσθη δὲ πρὸς ἀναπλήρω‐
15σιν τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ νυχθημέρου.600